Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.79 Dem. 24.83 (English) >>Dem. 24.85

24.81καίτοι τί ποτʼ ἦν διʼ προσγράψαι σαφῶς ὤκνησεντὴν δʼ ἀρχὴν τὸν ὀφλόντα φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς;” πότερʼ οὐχὶ δίκαιον; εὖ οἶδʼ ὅτι πάντες ἂν φήσαιτε. ἀλλʼ ἐναντίον ἦν τινὶ τοῦτο νόμῳ; οὔκ, ἀλλὰ μόνον κατὰ τοὺς νόμους. τί ποτʼ οὖν ἦν; οὐδὲν ἂν ἄλλο τις εὕροι πλὴν ὅτι οὐχ ὅπως δώσουσι δίκην ὧν ἂν ὑμεῖς καταγνῶτʼ ἐσκόπει, ἀλλʼ ὅπως μή.

24.82εἶτα πῶς γέγραπται μετὰ ταῦτα; “καθιστάναι τοὺς ἐγγυητὰς μὴν ἐκτείσειν τὸ ἀργύριον ὦφλεν.” ἐνταυθὶ πάλιν τῶν ἱερῶν μὲν χρημάτων τὴν δεκαπλασίαν ὑφῄρηται, τῶν δʼ ὁσίων, ὁπόσων ἐν τῷ νόμῳ διπλασιάζεται, τὸ ἥμισυ. πῶς δὴ τοῦτο ποιεῖ; γράψας ἀντὶ μὲν τοῦ τιμήματος τὸ ἀργύριον, ἀντὶ δὲ τοῦτὸ γιγνόμενον,” “ ὦφλεν.” 24.83διαφέρει δὲ τί; εἰ μὲν ἔγραψε καθιστάναι τοὺς ἐγγυητὰς μὴν ἐκτείσειν τὸ τίμημα τὸ γιγνόμενον, προσπεριειλήφει τοὺς νόμους ἂν καθʼ οὓς τὰ μὲν διπλᾶ, τὰ δὲ καὶ δεκαπλᾶ γίγνεται τῶν ὀφλημάτων· ὥστʼ ἐκ τούτων ἦν ἀνάγκη τοῖς ὀφλοῦσιν τὸ γεγραμμένον τʼ ἐκτίνειν καὶ τὰς ἐκ τῶν νόμων προσούσας ζημίας καταβάλλειν. νῦν δʼ ἐν τῷ γράψαιτὴν κατάστασιν εἶναι τῶν ἐγγυητῶν μὴν ἐκτείσειν τὸ ἀργύριον ὦφλεν,” ἐκ τῆς λήξεως καὶ τῶν γραμμάτων ἐφʼ οἷς ἕκαστος εἰσήχθη ποιεῖ τὴν ἔκτισιν, ἐν οἷς πᾶσιν ἁπλοῦν τις ὦφλεν ἀργύριον γέγραπται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.79 Dem. 24.83 (English) >>Dem. 24.85

Powered by PhiloLogic